Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.170 Joseph. AJ 13.175 (English) >>Joseph. AJ 13.180

13.173Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσιν οὐδὲν εἶναι ταύτην ἀξιοῦντες οὐδὲ κατʼ αὐτὴν τὰ ἀνθρώπινα τέλος λαμβάνειν, ἅπαντα δὲ ἐφʼ ἡμῖν αὐτοῖς κεῖσθαι, ὡς καὶ τῶν ἀγαθῶν αἰτίους ἡμᾶς γινομένους καὶ τὰ χείρω παρὰ τὴν ἡμετέραν ἀβουλίαν λαμβάνοντας. ἀλλὰ περὶ μὲν τούτων ἀκριβεστέραν πεποίημαι δήλωσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῆς Ἰουδαϊκῆς πραγματείας. 13.174

Οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ τὴν γεγενημένην ἧτταν ἀναμαχέσασθαι βουλόμενοι, πλείω τῆς προτέρας δύναμιν συναγαγόντες ἦλθον ἐπὶ τὸν Ἰωνάθην. δὲ ἐπιόντας πυθόμενος ὀξέως ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν· οὐ γὰρ ἔγνω σχολὴν αὐτοῖς παρασχεῖν, ὥστʼ εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. 13.175στρατοπεδευσάμενος δὲ τῶν πολεμίων ἄπωθεν σταδίοις πεντήκοντα πέμπει τοὺς κατοψομένους αὐτῶν τὴν παρεμβολὴν καὶ πῶς εἶεν ἐστρατοπεδευκότες. τῶν δὲ κατασκόπων πάντʼ αὐτῷ φρασάντων καί τινας συλλαβόντων νυκτός, οἳ αὐτοῖς μέλλειν ἐπιτίθεσθαι τοὺς πολεμίους ἐμήνυον, προγνοὺς ἠσφαλίσατο, 13.176προφυλακάς τε ποιησάμενος ἔξω τοῦ στρατοπέδου καὶ τὴν δύναμιν διʼ ὅλης τῆς νυκτὸς ἐν τοῖς ὅπλοις ἔχων ἅπασαν καὶ παρηγγελκὼς αὐτοῖς τὰς ψυχὰς ἐρρωμένους εἶναι καὶ ταῖς διανοίαις οὕτως ἔχειν, ὡς καὶ διὰ τῆς νυκτὸς εἰ δεήσειε μαχεσομένους, ὥστε μὴ λαθεῖν αὐτῶν τὴν προαίρεσιν. 13.177οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ πυθόμενοι τὸν Ἰωνάθην ἐγνωκότα οὐκέτι τὴν γνώμην ἦσαν ὑγιεῖς, ἀλλʼ ἐτάραττεν αὐτοὺς τὸ καταφώρους τοῖς ἐχθροῖς γεγονέναι καὶ μηδενὶ προσδοκᾶν αὐτῶν ἐπικρατήσειν ἑτέρῳ τῆς ἐπιβουλῆς διημαρτημένης· ἐκ γὰρ τοῦ φανεροῦ διακινδυνεύοντες οὐκ ἐνόμιζον εἶναι τοῖς Ἰωνάθου ἀξιόμαχοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.170 Joseph. AJ 13.175 (English) >>Joseph. AJ 13.180

Powered by PhiloLogic